3 Μαΐ 2021

Χριστός Ανέστη - Αληθώς Ανέστη!

 



Χριστός Ανέστη!
Χρόνια πολλά και ευλογημένα!
Το φως της Αναστάσεως του Χριστού μας,
να φωτίζει τις καρδιές μας!


ᾨδὴ α'

Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.

ᾨδὴ γ'

Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον· ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.

ᾨδὴ δ'

Ἐπὶ τῆς θείας φυλακῆς ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.

ᾨδὴ ε'

Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μυρου τὸν ὕμνον προσοίσομεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.

ᾨδὴ ς'

Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.

ᾨδὴ ζ'

Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

ᾨδὴ η'

Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ'

Ο Άγγελος εβόα τη Κεχαριτωμενη ,Αγνή Παρθένε χαίρε και πάλιν ερώ χαίρε,ο σος Υιός ανέστη τριήμερος εκ τάφου. Φωτίζου, φωτίζου η νέα Ιερουσαλήμ, η γαρ δόξα Κυρίου επί σε ανέτειλε. Χόρευε νυν και αγγάλου Σιών, συ δε Αγνή, τέρπου Θετόκε, εν τη Εγέρσει του τόκου σου.

Αναστήτω ο Θεός... Πάσχα Ιερόν...

Στιχ.α΄ Αναστήτω ο Θεός, και διασκορπισθήτωσαν οι εχθροί αυτού, και φυγέτωσαν από προσώπου αυτού οι μισούντες αυτόν.

Πάσχα ιερόν ημίν, σήμερον αναδέδεικται, Πάσχα καινόν, Άγιον Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστός ο λυτρωτής, Πάσχα άμωμον, Πάσχα μέγα, Πάσχα των πιστών, Πάσχα το πύλας υμίν, του Παραδείσου ανοίξαν, Πάσχα πάντας αγιάζον Πιστούς.

Στιχ β΄. Ως εκλείπει καπνός εκλιπέτωσαν, ως τήκεται κηρός από προσώπου πυρός.

Δεύτε από θέας, Γυναίκες ευαγγελίστριαι, και τη Σιών είπατε. Δέχου παρ' ημών, χαράς Ευαγγέλια, της Αναστάσεως Χριστού, τέρπου χόρευε, και αγάλλου, Ιερουσαλήμ, τον Βασιλέα Χριστόν, θεασάμενη εκ του μνήματος, ως νυμφίον προερχόμενον.

Στιχ.γ΄ Ούτως απολούνται οι αμαρτωλοί από προσώπου του Θεού και οι δίκαιοι ευφρανθήτωσαν.

Αι Μυροφόροι γυναίκες, όρθρου βαθέος, επιστάσαι προς το μνήμα του Ζωοδότου εύρον Άγγελον, επί τον λιθον καθήμενον, και αυτός προσφθεγξάμενος, αυταίς ούτως έλεγε. Τι ζητείτε τον ζώντα μετά των νεκρών; τι θρηνείτε, τον άφθαρτον ως εν φθορά; απελθούσαι κηρύξατε, τοις αυτού Μαθηταίς.

Στιχ.δ΄Αύτη η ημέρα, ην εποίησεν ο Κύριος, αγαλλιασώμεθα και ευφρανθώμεν εν αυτή.

Πάσχα το τερπνόν, Πάσχα Κυρίου Πάσχα, Πάσχα πανσεβάσμιον ημίν ανέτειλε, Πάσχα εν χαρά αλλήλους περιπτυξώμεθα, ω Πάσχα λύτρον λύπης και γαρ εκ τάφου σήμερον, ώσπερ εκ παστού, εκλάμψας Χριστός, τα γύναια χαράς έπλησε λέγων, Κηρύξατε Αποστόλοις.


Δεν υπάρχουν σχόλια: